Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.186 Dem. 19.188 (English) >>Dem. 19.193

19.187ἔστι τοίνυν τις πρόχειρος λόγος πᾶσι τοῖς ἐξαπατᾶν ὑμᾶς βουλομένοις, “οἱ ταράττοντες τὴν πόλιν, οἱ διακωλύοντες Φίλιππον εὖ ποιῆσαι τὴν πόλιν.” πρὸς οὓς ἐγὼ λόγον μὲν οὐδένʼ ἐρῶ, τὰς δʼ ἐπιστολὰς ὑμῖν ἀναγνώσομαι τὰς τοῦ Φιλίππου, καὶ τοὺς καιροὺς ἐφʼ ὧν ἕκαστʼ ἐξηπάτησθʼ ὑπομνήσω, ἵνʼ εἰδῆθʼ ὅτι τὸ ψυχρὸν τοῦτʼ ὄνομα, τὸἄχρι κόρου,” παρελήλυθʼ ἐκεῖνος φενακίζων ὑμᾶς.Ἐπιστολαί Φιλίππου

19.188οὕτω τοίνυν αἰσχρὰ καὶ πολλὰ καὶ πάντα καθʼ ὑμῶν πεπρεσβευκὼς περιιὼν λέγει, “τί δʼ ἂν εἴποις περὶ Δημοσθένους, ὃς τῶν συμπρέσβεων κατηγορεῖ;” νὴ Δίʼ, εἴτε βούλομαί γʼ εἴτε μή, παρʼ ὅλην μὲν τὴν ἀποδημίαν ὑπὸ σοῦ τοιαῦτʼ ἐπιβεβουλευμένος, δυοῖν δʼ αἱρέσεως οὔσης μοι νυνί, τοιούτων ὄντων τῶν πεπραγμένων δοκεῖν κοινωνεῖν ὑμῖν, κατηγορεῖν. 19.189ἐγὼ δʼ οὐδὲ συμπεπρεσβευκέναι φημί σοι, πρεσβεύειν μέντοι σὲ μὲν πολλὰ καὶ δεινά, ἐμαυτὸν δʼ ὑπὲρ τουτωνὶ τὰ βέλτιστα. ἀλλὰ Φιλοκράτης σοι συμπεπρέσβευκε, κἀκείνῳ σύ, καὶ Φρύνων· ὑμεῖς γὰρ ταὔτʼ ἐπράττετε, καὶ ταὐτὰ πᾶσιν ὑμῖν ἤρεσκεν. “ποῦ δʼ ἅλες; ποῦ τράπεζα; ποῦ σπονδαί;” ταῦτα γὰρ τραγῳδεῖ περιιών, ὥσπερ οὐχὶ τοὺς ἀδικοῦντας τούτων ὄντας προδότας, ἀλλὰ τοὺς τὰ δίκαια ποιοῦντας. 19.190ἐγὼ δʼ οἶδʼ ὅτι πάντες οἱ πρυτάνεις θύουσιν ἑκάστοτε κοινῇ καὶ συνδειπνοῦσιν ἀλλήλοις καὶ συσπένδουσιν· καὶ οὐ διὰ ταῦθʼ οἱ χρηστοὶ τοὺς πονηροὺς μιμοῦνται, ἀλλʼ ἐὰν ἀδικοῦντα λάβωσί τινʼ αὑτῶν, τῇ βουλῇ καὶ τῷ δήμῳ δηλοῦσιν. βουλὴ ταὐτὰ ταῦτα, εἰσιτητήριʼ ἔθυσε, συνειστιάθη, σπονδῶν, ἱερῶν ἐκοινώνησεν· οἱ στρατηγοί, σχεδὸν ὡς εἰπεῖν αἱ ἀρχαὶ πᾶσαι. ἆρʼ οὖν διὰ ταῦτα τοῖς ἀδικοῦσιν ἑαυτῶν ἔδωκαν ἄδειαν; πολλοῦ γε καὶ δεῖ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.186 Dem. 19.188 (English) >>Dem. 19.193

Powered by PhiloLogic